Ο Δίας θύμωσε:
«Δέν σου φτάνει που σου έδωσα τόσο μέγεθος και δύναμη;»
Και όχι μόνο κέρατα δέν της έδωσε, αλλα της κόντυνε και τα αυτιά.
Γι' αυτό, λένε, η καμήλα έχει κοντά αυτιά..
Ελεύθερη απόδοση: Ανδρέας Μελεζιάδης
Κάμηλος καὶ Ζεύς
Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι.
Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.
Ο ΜΥΘΟΣ ΜΑΣ ΔΙΔΑΣΚΕΙ ΟΤΙ…
Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

